Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.40 Joseph. AJ 10.43 (English) >>Joseph. AJ 10.49

10.42γενόμενος δʼ εἰς τὰ Ἱεροσόλυμα τῶν μὲν προτέρων ἁμαρτημάτων περὶ τὸν θεὸν καὶ τὴν μνήμην ἐσπούδαζεν, εἰ δυνατὸν αὐτῷ γένοιτο, τῆς ψυχῆς ἐκβαλεῖν, ὧν ἐπιβουλεύειν ὥρμησε καὶ πάσῃ χρῆσθαι περὶ αὐτὸν δεισιδαιμονίᾳ· καὶ τὸν ναὸν ἥγνισε καὶ τὴν πόλιν ἐκάθηρε καὶ πρὸς μόνῳ τὸ λοιπὸν ἦν τῷ χάριν τε τῆς σωτηρίας ἐκτείνειν τῷ θεῷ καὶ διατηρεῖν αὐτὸν εὐμενῆ παρʼ ὅλον τὸν βίον. 10.43τὰ δὲ αὐτὰ πράττειν καὶ τὸ πλῆθος ἐδίδασκε μεμαθηκώς, οἵᾳ παρὰ μικρὸν ἐχρήσατο συμφορᾷ διὰ τὴν ἐναντίαν πολιτείαν. ἐπισκευάσας δὲ καὶ τὸν βωμὸν τὰς νομίμους θυσίας ἐπετέλει, καθὼς διέταξε Μωυσῆς. 10.44διοικησάμενος δὲ τὰ περὶ τὴν θρησκείαν ὃν δεῖ τρόπον καὶ τῆς τῶν Ἱεροσολύμων ἀσφαλείας προενόησεν, ὥστε τὰ παλαιὰ τείχη μετὰ πολλῆς ἐπισκευάσας σπουδῆς καὶ ἕτερον αὐτοῖς ἐπιβαλεῖν, ἀναστῆσαί τε καὶ πύργους ὑψηλοτάτους τά τε πρὸ τῆς πόλεως φρούρια τοῖς τʼ ἄλλοις καὶ δὴ καὶ σιτίων πάντων τῶν εἰς αὐτὰ χρησίμων ὀχυρώτερα ποιῆσαι. 10.45ἀμέλει δὲ τῇ πρὸς ταῦτα μεταβολῇ χρησάμενος οὕτω τὸν μεταξὺ διῆγε βίον, ὡς μακαριστὸς εἶναι καὶ ζηλωτὸς ἐκείνου τοῦ χρόνου λογιζομένου, ἀφʼ οὗ τὸν θεὸν εὐσεβεῖν ἤρξατο. 10.46ζήσας οὖν ἔτη ἑξήκοντα ἑπτὰ κατέστρεψε τὸν βίον βασιλεύσας ἔτη πέντε καὶ πεντήκοντα. καὶ θάπτεται μὲν αὐτὸς ἐν τοῖς αὐτοῦ παραδείσοις, βασιλεία δὲ εἰς τὸν υἱὸν αὐτοῦ παραγίνεται Ἀμμῶνα μητρὸς Ἐμασέλμης μὲν ὄνομα τετυχηκότα, ἐκ δὲ πόλεως Ἰαζαβάτης ὑπαρχούσης.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.40 Joseph. AJ 10.43 (English) >>Joseph. AJ 10.49

Powered by PhiloLogic